Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.308 Joseph. AJ 6.311 (English) >>Joseph. AJ 6.315

6.309εἶχε δὲ Δαυίδης γυναῖκα πρότερον, ἣν ἐξ Ἀβισάρου πόλεως ἔγημε· Μελχὰν δὲ τὴν Σαούλου τοῦ βασιλέως θυγατέρα τὴν γενομένην τοῦ Δαυίδου γυναῖκα πατὴρ τῷ Φελτίῳ υἱῷ Λίσου συνέζευξεν ἐκ πόλεως ὄντι Γεθλᾶς. 6.310

Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπʼ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ. 6.311Δαυίδης δὲ ἀκούσας τὸν Σαοῦλον ἐπʼ αὐτὸν ἥκοντα πέμψας κατασκόπους ἐκέλευσε δηλοῦν αὐτῷ, ποῦ τῆς χώρας Σαοῦλος ἤδη προεληλύθοι. τῶν δʼ ἐν Σίκελλα φρασάντων διανυκτερεύειν διαλαθὼν τοὺς ἰδίους εἰς τὸ τοῦ Σαούλου στρατόπεδον παραγίνεται ἐπαγόμενος τὸν ἐκ τῆς ἀδελφῆς αὐτοῦ Σαρουίας Ἀβισαῖον καὶ Ἀβιμέλεχον τὸν Χετταῖον. 6.312τοῦ δὲ Σαούλου κοιμωμένου καὶ περὶ αὐτὸν ἐν κύκλῳ τῶν ὁπλιτῶν καὶ τοῦ στρατηγοῦ Ἀβενήρου κειμένων, Δαυίδης εἰσελθὼν εἰς τὸ στρατόπεδον τὸ τοῦ βασιλέως οὔτʼ αὐτὸς ἀναιρεῖ τὸν Σαοῦλον ἐπιγνοὺς αὐτοῦ τὴν κοίτην ἐκ τοῦ δόρατος, τοῦτο γὰρ αὐτῷ παρεπεπήγει, οὔτε τὸν Ἀβισαῖον βουλόμενον φονεῦσαι καὶ πρὸς τοῦτο ὡρμηκότα εἴασεν, ἀλλὰ τὸν ὑπὸ τοῦ θεοῦ κεχειροτονημένον βασιλέα φήσας εἶναι δεινὸν ἀποκτεῖναι κἂν πονηρός, ἥξειν γὰρ αὐτῷ παρὰ τοῦ δόντος τὴν ἀρχὴν σὺν χρόνῳ τὴν δίκην, ἐπέσχε τῆς ὁρμῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.308 Joseph. AJ 6.311 (English) >>Joseph. AJ 6.315

Powered by PhiloLogic